Livre d'Ezéchiel
20,19 ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, ἐν τοῖς προστάγμασίν μου πορεύεσθε καὶ τὰ δικαιώματά μου φυλάσσεσθε καὶ ποιεῖτε αὐτὰ ( ) 20,20 καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. ( ) 20,21 καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν, ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ αὐτοὺς ἐν ( ) 20,22 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ ὀφθαλμοὺς αὐτῶν. ( ) 20,23 καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσιν καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις, ( )

20,24 ἀνθ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν.


( )
20,25 καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. ( ) 20,26 καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν ὅπως ἀφανίσω αὐτούς. ( ) 20,27 Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ισραηλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ. ( ) 20,28 καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν, ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτοῖς, καὶ εἶδον πᾶν βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὐτῶν. ( Os 4,13 , ) 20,29 καὶ εἶπον πρὸς αὐτούς Τί ἐστιν Αβαμα, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ., καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Αβαμα ἕως τῆς σήμερον ἡμέρας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: