Livre d'Ezéchiel
18,20 ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ· δικαιοσύνη δικαίου ἐπ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ αὐτὸν ἔσται. ( ) 18,21 καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, ὧν ἐποίησεν, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ. ( ) 18,22 πάντα τὰ παραπτώματα αὐτοῦ, ὅσα ἐποίησεν, οὐ μνησθήσεται· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ, ᾗ ἐποίησεν, ζήσεται. ( ) 18,23 μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν., ( Ps 50,10 , ) 18,24 ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσεν, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἥμαρτεν, ( )

18,25 καὶ εἴπατε Οὐ κατευθύνει ἡ ὁδὸς κυρίου. ἀκούσατε δή, πᾶς οἶκος Ισραηλ· μὴ ἡ ὁδός μου οὐ κατευθύνει., οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει.,


( )
18,26 ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ ἀποθάνῃ, ἐν τῷ παραπτώματι, ᾧ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται. ( ) 18,27 καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἧς ἐποίησεν, καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν ( ) 18,28 καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησεν, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ. ( ) 18,29 καὶ λέγουσιν ὁ οἶκος τοῦ Ισραηλ Οὐ κατορθοῖ ἡ ὁδὸς κυρίου. μὴ ἡ ὁδός μου οὐ κατορθοῖ, οἶκος Ισραηλ., οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ., ( ) 18,30 ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ, λέγει κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. ( )



trouve dans 1 passage(s): Le jugement dernier,
trouve dans 1 liturgie(s): Dimanche-26-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: