Livre d'Ezéchiel
17,21 ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα. – ( ) 17,22 διότι τάδε λέγει κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ ὄρος ὑψηλόν· καὶ κρεμάσω αὐτὸν ( ) 17,23 ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται. ( ) 17,24 καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ κύριος λελάληκα καὶ ποιήσω. ( ) 18,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( )

18,2 Υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ισραηλ λέγοντες Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν.,


( Jr 31,29 , )
18,3 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ισραηλ· ( ) 18,4 ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. – ( ) 18,5 ὁ δὲ ἄνθρωπος, ὃς ἔσται δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην, ( ) 18,6 ἐπὶ τῶν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ ( ) 18,7 καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: