Livre d'Ezéchiel
17,10 καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ., οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ., σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται. ( ) 17,11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 17,12 Υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασθε τί ἦν ταῦτα., εἰπόν Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. ( ) 17,13 καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται ( ) 17,14 τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν. ( )

17,15 καὶ ἀποστήσεται ἀπ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ., εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία., καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται.,


( )
17,16 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει. ( ) 17,17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς. ( ) 17,18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται., ( ) 17,19 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσεν, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ. ( ) 17,20 καὶ ἐκπετάσω ἐπ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: