Livre d'Ezéchiel
16,25 καὶ ἐπ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου· ( ) 16,26 καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με. ( ) 16,27 ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας. ( ) 16,28 καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ασσουρ καὶ οὐδ οὕτως ἐνεπλήσθης· καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω. ( ) 16,29 καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης. ( )

16,30 τί διαθῶ τὴν θυγατέρα σου, λέγει κύριος, ἐν τῷ ποιῆσαί σε ταῦτα πάντα, ἔργα γυναικὸς πόρνης., καὶ ἐξεπόρνευσας τρισσῶς


( )
16,31 ἐν ταῖς θυγατράσιν σου· τὸ πορνεῖόν σου ᾠκοδόμησας ἐπὶ πάσης ἀρχῆς ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα. ( ) 16,32 ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα· ( ) 16,33 πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα, καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου. ( ) 16,34 καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα, καὶ σοὶ μισθώματα οὐκ ἐδόθη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα. – ( ) 16,35 διὰ τοῦτο, πόρνη, ἄκουε λόγον κυρίου ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: