Livre d'Ezéchiel
16,20 καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν, ὡς μικρὰ ἐξεπόρνευσας, ( ) 16,21 καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς. ( ) 16,22 τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας. ( ) 16,23 καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει κύριος, ( ) 16,24 καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ ( )

16,25 καὶ ἐπ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου·


( )
16,26 καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με. ( ) 16,27 ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας. ( ) 16,28 καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ασσουρ καὶ οὐδ οὕτως ἐνεπλήσθης· καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω. ( ) 16,29 καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης. ( ) 16,30 τί διαθῶ τὴν θυγατέρα σου, λέγει κύριος, ἐν τῷ ποιῆσαί σε ταῦτα πάντα, ἔργα γυναικὸς πόρνης., καὶ ἐξεπόρνευσας τρισσῶς ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: