Livre d'Ezéchiel
15,5 οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔσται ἔτι εἰς ἐργασίαν., ( ) 15,6 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ιερουσαλημ. ( ) 15,7 καὶ δώσω τὸ πρόσωπόν μου ἐπ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ αὐτούς. ( ) 15,8 καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθ ὧν παρέπεσον παραπτώματι, λέγει κύριος. ( ) 16,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( )

16,2 Υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ιερουσαλημ τὰς ἀνομίας αὐτῆς


( )
16,3 καὶ ἐρεῖς Τάδε λέγει κύριος τῇ Ιερουσαλημ Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χανααν, ὁ πατήρ σου Αμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία. ( ) 16,4 καὶ ἡ γένεσίς σου· ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησαν τοὺς μαστούς σου, καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης, ( ) 16,5 οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί, καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης. ( ) 16,6 καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι Ἐκ τοῦ αἵματός σου ζωή· ( ) 16,7 πληθύνου· καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε. καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλεν, σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: