Livre d'Ezéchiel
15,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 15,2 Καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ., ( ) 15,3 εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν., εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ αὐτὸν πᾶν σκεῦος., ( ) 15,4 πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ ἐνιαυτὸν κάθαρσιν ἀπ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν., ( ) 15,5 οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔσται ἔτι εἰς ἐργασίαν., ( )

15,6 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ιερουσαλημ.


( )
15,7 καὶ δώσω τὸ πρόσωπόν μου ἐπ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ αὐτούς. ( ) 15,8 καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθ ὧν παρέπεσον παραπτώματι, λέγει κύριος. ( ) 16,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 16,2 Υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ιερουσαλημ τὰς ἀνομίας αὐτῆς ( ) 16,3 καὶ ἐρεῖς Τάδε λέγει κύριος τῇ Ιερουσαλημ Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χανααν, ὁ πατήρ σου Αμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: