Livre d'Ezéchiel
14,19 ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπ αὐτὴν ἐν αἵματι τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, ( ) 14,20 καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει κύριος, ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν. ( ) 14,21 τάδε λέγει κύριος Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον, ἐξαποστείλω ἐπὶ Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος ( ) 14,22 καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσῳσμένοι αὐτῆς, οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ, πάντα τὰ κ ( ) 14,23 καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει κύριος. ( )

15,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων


20369 Bible des Peuples sur titre chapitre 2023-11-11: Israël : la vigne stérile

20368 Bible des Peuples sur titre chapitre 2023-11-11: Le péché d'Israël tout au long de son histoire

3794 Bible des peuples sur titre chapitre 2018-12-23: Dans les chapitres 15—23 les péchés de Juda sont dénoncés quatre fois, de manières différentes : chapitres 16, 20, 22, 23. Ici l’image de la vigne indique la conclusion nécessaire de l’histoire de Juda : la nation va être détruite et sa capitale brûlée. Comme le bois de la vigne, Israël ne se distinguait des autres peuples, ni par le nombre, ni par les qualités, au moment où Dieu l’a choisi. S’ils n’accomplissent pas leur mission, ils ne peuvent ni continuer en tant que peuple de Dieu, ni redevenir comme les autres peuples.

( )
15,2 Καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ., ( ) 15,3 εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν., εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ αὐτὸν πᾶν σκεῦος., ( ) 15,4 πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ ἐνιαυτὸν κάθαρσιν ἀπ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν., ( ) 15,5 οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔσται ἔτι εἰς ἐργασίαν., ( ) 15,6 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ιερουσαλημ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: