Livre d'Ezéchiel
12,27 Υἱὲ ἀνθρώπου, ἰδοὺ οἶκος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. ( ) 12,28 διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει κύριος. ( ) 13,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 13,2 Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου ( ) 13,3 Τάδε λέγει κύριος Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν. ( )

13,4 οἱ προφῆταί σου, Ισραηλ, ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις·


( )
13,5 οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, οὐκ ἀνέστησαν οἱ λέγοντες Ἐν ἡμέρᾳ κυρίου· ( ) 13,6 βλέποντες ψευδῆ, μαντευόμενοι μάταια οἱ λέγοντες Λέγει κύριος, καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. ( ) 13,7 οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε., ( ) 13,8 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ἀνθ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ ὑμᾶς, λέγει κύριος, ( ) 13,9 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραφῇ οἴκου Ισραηλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: