Livre d'Ezéchiel
12,26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 12,27 Υἱὲ ἀνθρώπου, ἰδοὺ οἶκος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. ( ) 12,28 διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει κύριος. ( ) 13,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 13,2 Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου ( )

13,3 Τάδε λέγει κύριος Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν.


( )
13,4 οἱ προφῆταί σου, Ισραηλ, ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις· ( ) 13,5 οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, οὐκ ἀνέστησαν οἱ λέγοντες Ἐν ἡμέρᾳ κυρίου· ( ) 13,6 βλέποντες ψευδῆ, μαντευόμενοι μάταια οἱ λέγοντες Λέγει κύριος, καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. ( ) 13,7 οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε., ( ) 13,8 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ἀνθ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ ὑμᾶς, λέγει κύριος, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: