Livre d'Ezéchiel
12,9 Υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ισραηλ οἶκος ὁ παραπικραίνων Τί σὺ ποιεῖς., ( ) 12,10 εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος κύριος Ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκῳ Ισραηλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν, ( ) 12,11 εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς· ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται, ( ) 12,12 καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι αὐτοῦ· τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται. ( ) 12,13 καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ αὐτόν, καὶ συλλημφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσει. ( )

12,14 καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν·


( )
12,15 καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις. ( ) 12,16 καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ κύριος. – ( ) 12,17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 12,18 Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι ( ) 12,19 καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ Τοὺς ἄρτους αὐτῶν μετ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: