Livre d'Ezéchiel
11,21 καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει κύριος. ( ) 11,22 Καὶ ἐξῆραν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ισραηλ ἐπ αὐτὰ ὑπεράνω αὐτῶν· ( ) 11,23 καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως. ( ) 11,24 καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ· καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον, ( ) 11,25 καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ κυρίου, οὓς ἔδειξέν μοι. ( )

12,1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων


20364 Bible des Peuples sur titre chapitre 2023-11-11: Le mime de l'émigré

3789 Bible des peuples sur titre chapitre 2018-12-23: À Babylone, à la tombée de la nuit, les gens se réunissent devant leurs maisons. Ézékiel apparaît. Sans dire un mot, il agit comme un acteur solitaire dans une représentation qui captive l’attention de tous. Quand il a terminé, il s’en va sans donner d’explication. Le lendemain, il révélera le sens de cette parabole en acte. Par ce geste symbolique, le prophète annonce la déportation des habitants de Jérusalem et de leur roi.

( )
12,2 Υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν, διότι οἶκος παραπικραίνων ἐστίν. ( ) 12,3 καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσιν, διότι οἶκος παραπικραίνων ἐστίν. ( Mc 11,14 , ) 12,4 καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος· ( ) 12,5 ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δι αὐτοῦ· ( ) 12,6 ἐνώπιον αὐτῶν ἐπ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ισραηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: