Livre d'Ezéchiel
11,11 αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς, ( ) 11,12 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος. – ( ) 11,13 καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτιας ὁ τοῦ Βαναιου ἀπέθανεν, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα Οἴμμοι οἴμμοι, κύριε, εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ισραηλ. ( ) 11,14 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων ( ) 11,15 Υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ισραηλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ιερουσαλημ Μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν. ( )

11,16 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ.


( )
11,17 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ισραηλ. ( ) 11,18 καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. ( ) 11,19 καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, ( ) 11,20 ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν. ( ) 11,21 καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: