Livre de l'Exode
33,9 ὡς δ ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωυσῇ· ( ) 33,10 καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς, καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. ( ) 33,11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. ( ) 33,12 Καὶ εἶπεν Μωυσῆς πρὸς κύριον Ἰδοὺ σύ μοι λέγεις Ἀνάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ ἐμοῦ· σὺ δέ μοι εἶπας Οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ ἐμοί. ( ) 33,13 εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. ( )

33,14 καὶ λέγει Αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε.


( )
33,15 καὶ λέγει πρὸς αὐτόν Εἰ μὴ αὐτὸς σὺ πορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· ( Mc 16,15 , ) 33,16 καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ ἢ συμπορευομένου σου μεθ ἡμῶν., καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστιν. ( ) 33,17 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. ( ) 33,18 καὶ λέγει Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. ( Mc 9,1 , ) 33,19 καὶ εἶπεν Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου Κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: