Livre d'Ezéchiel
7,14 σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα. ( ) 7,15 ὁ πόλεμος ἐν ῥομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει. ( ) 7,16 καὶ ἀνασωθήσονται οἱ ἀνασῳζόμενοι ἐξ αὐτῶν καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ. ( ) 7,17 πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ, ( ) 7,18 καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπ αὐτούς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. ( )

7,19 τὸ ἀργύριον αὐτῶν ῥιφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσιν, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσιν· διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο.


( )
7,20 ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν. ( ) 7,21 καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. ( ) 7,22 καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ αὐτῶν, καὶ μιανοῦσιν τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά· ( ) 7,23 καὶ ποιήσουσι φυρμόν, διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας. ( ) 7,24 καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: