Livre de l'Exode
32,29 καὶ εἶπεν αὐτοῖς Μωυσῆς Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ ὑμᾶς εὐλογίαν. ( ) 32,30 Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν Μωυσῆς πρὸς τὸν λαόν Ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεόν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν. ( ) 32,31 ὑπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν Δέομαι, κύριε· ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς. ( ) 32,32 καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγραψας. ( ) 32,33 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου. ( )

32,34 νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου· ᾗ δ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.


( )
32,35 καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ααρων. ( ) 33,1 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν. ( ) 33,2 καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐκβαλεῖ τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον. ( ) 33,3 καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ. ( ) 33,4 καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένθησαν ἐν πενθικοῖς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: