Livre de la Genèse
10,7 υἱοὶ δὲ Χους· Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα. υἱοὶ δὲ Ρεγμα· Σαβα καὶ Δαδαν. ( ) 10,8 Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς· ( ) 10,9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ· διὰ τοῦτο ἐροῦσιν Ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου. ( ) 10,10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τῇ γῇ Σεννααρ. ( ) 10,11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ασσουρ καὶ ᾠκοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ ( )

10,12 καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ· αὕτη ἡ πόλις ἡ μεγάλη.


( )
10,13 καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ ( ) 10,14 καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιιμ, καὶ τοὺς Καφθοριιμ. ( ) 10,15 Χανααν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον ( ) 10,16 καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον ( ) 10,17 καὶ τὸν Ευαῖον καὶ τὸν Αρουκαῖον καὶ τὸν Ασενναῖον ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: