Livre de Baruch
6,41 καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἴσθησιν γὰρ οὐκ ἔχουσιν. ( ) 6,42 αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάθηνται θυμιῶσαι τὰ πίτυρα· ( ) 6,43 ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη. ( ) 6,44 πάντα τὰ γινόμενα αὐτοῖς ἐστιν ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὥστε θεοὺς αὐτοὺς ὑπάρχειν., ( ) 6,45 Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γένωνται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι. ( )

6,46 αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· πῶς τε δὴ μέλλει τὰ ὑπ αὐτῶν κατασκευασθέντα εἶναι θεοί.,


( )
6,47 κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις. ( ) 6,48 ὅταν γὰρ ἐπέλθῃ ἐπ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ αὐτῶν. ( ) 6,49 πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὔκ εἰσιν θεοί, οἳ οὔτε σῴζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν., ( ) 6,50 ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ· τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὅτι οὔκ εἰσι θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν θεοῦ ἔργον ἐν αὐτοῖς ἐστιν. ( ) 6,51 τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὔκ εἰσιν θεοί., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: