Livre de Baruch
6,39 πῶς οὖν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν θεούς., ( ) 6,40 Ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, οἵ, ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι, ( ) 6,41 καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἴσθησιν γὰρ οὐκ ἔχουσιν. ( ) 6,42 αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάθηνται θυμιῶσαι τὰ πίτυρα· ( ) 6,43 ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη. ( )

6,44 πάντα τὰ γινόμενα αὐτοῖς ἐστιν ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὥστε θεοὺς αὐτοὺς ὑπάρχειν.,


( )
6,45 Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γένωνται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι. ( ) 6,46 αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· πῶς τε δὴ μέλλει τὰ ὑπ αὐτῶν κατασκευασθέντα εἶναι θεοί., ( ) 6,47 κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις. ( ) 6,48 ὅταν γὰρ ἐπέλθῃ ἐπ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ αὐτῶν. ( ) 6,49 πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὔκ εἰσιν θεοί, οἳ οὔτε σῴζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: