Livre de Baruch
6,30 καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν, ( ) 6,31 ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ. ( ) 6,32 ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύουσιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία. ( ) 6,33 οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι. ( ) 6,34 ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν. ( )

6,35 ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ οὐ μὴ ἐξέλωνται.


( )
6,36 ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται. ( ) 6,37 χήραν οὐ μὴ ἐλεήσωσιν οὔτε ὀρφανὸν εὖ ποιήσουσιν. ( ) 6,38 τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται. ( ) 6,39 πῶς οὖν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν θεούς., ( ) 6,40 Ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, οἵ, ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: