Livre de Baruch
6,18 λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν. ( ) 6,19 ἔστιν μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασιν ἐκλείχεσθαι, τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται. ( ) 6,20 μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας. ( ) 6,21 ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι. ( ) 6,22 ὅθεν γνώσεσθε ὅτι οὔκ εἰσιν θεοί· μὴ οὖν φοβεῖσθε αὐτά. ( )

6,23 Τὸ γὰρ χρυσίον, ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γάρ, ὅτε ἐχωνεύοντο, ᾐσθάνοντο.


( )
6,24 ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ἔστιν πνεῦμα. ( ) 6,25 ἄνευ ποδῶν ἐπ ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτὰ διὰ τό, μήποτε ἐπὶ τὴν γῆν πέσῃ, δι αὐτῶν ἀνίστασθαι· ( ) 6,26 μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται. ( ) 6,27 τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μεταδιδόασιν· τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼ ἅπτονται. ( ) 6,28 γνόντες οὖν ἀπὸ τούτων ὅτι οὔκ εἰσιν θεοί, μὴ φοβηθῆτε αὐτούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: