Livre de Baruch
6,4 εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ αὐτοῖς ( ) 6,5 ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά, εἴπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, δέσποτα. ( ) 6,6 ὁ γὰρ ἄγγελός μου μεθ ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν. ( ) 6,7 Γλῶσσα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν. ( ) 6,8 καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν· ( )

6,9 ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν, δώσουσιν δὲ ἀπ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ τέγους πόρναις.


1487 Bible des peuples sur verset 2018-09-08: Nouvelle mise en garde contre le culte des idoles : elles ne sont rien d’autre que du bois ou un morceau de métal précieux. Mais ce texte nous invite à nous interroger nous-mêmes : notre vénération des statues des saints ne ressemble-t-elle pas à certains jours à l’idolâtrie de ces païens.

( )
6,10 κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν, θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους· οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων. ( ) 6,11 περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν, ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείων ἐπ αὐτοῖς. ( ) 6,12 καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ. ( ) 6,13 ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται. ( ) 6,14 ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: