Livre de Baruch
6,1 Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν Βαβυλωνίων. ( ) 6,2 εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά, μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ εἰρήνης. ( ) 6,3 νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ ὤμοις αἰρομένους δεικνύντας φόβον τοῖς ἔθνεσιν. ( ) 6,4 εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ αὐτοῖς ( ) 6,5 ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά, εἴπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, δέσποτα. ( )

6,6 ὁ γὰρ ἄγγελός μου μεθ ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν.


( )
6,7 Γλῶσσα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν. ( ) 6,8 καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν· ( ) 6,9 ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν, δώσουσιν δὲ ἀπ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ τέγους πόρναις. ( ) 6,10 κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν, θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους· οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων. ( ) 6,11 περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν, ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείων ἐπ αὐτοῖς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: