Livre de Baruch
4,30 Θάρσει, Ιερουσαλημ, παρακαλέσει σε ὁ ὀνομάσας σε. ( ) 4,31 δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει, ( ) 4,32 δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου. ( ) 4,33 ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ. ( ) 4,34 καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας, καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένθος. ( )

4,35 πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον. –


( )
4,36 περίβλεψαι πρὸς ἀνατολάς, Ιερουσαλημ, καὶ ἰδὲ τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ σοι ἐρχομένην. ( ) 4,37 ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντες τῇ τοῦ θεοῦ δόξῃ. – ( ) 5,1 ἔκδυσαι, Ιερουσαλημ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ θεοῦ δόξης εἰς τὸν αἰῶνα. ( ) 5,2 περιβαλοῦ τὴν διπλοίδα τῆς παρὰ τοῦ θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου. ( ) 5,3 ὁ γὰρ θεὸς δείξει τῇ ὑπ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 10