Livre de Baruch
4,26 οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν. – ( ) 4,27 θαρσήσατε, τέκνα, καὶ βοήσατε πρὸς τὸν θεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία. ( ) 4,28 ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν. ( ) 4,29 ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν. ( ) 4,30 Θάρσει, Ιερουσαλημ, παρακαλέσει σε ὁ ὀνομάσας σε. ( )

4,31 δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει,


( )
4,32 δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου. ( ) 4,33 ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ. ( ) 4,34 καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας, καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένθος. ( ) 4,35 πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον. – ( ) 4,36 περίβλεψαι πρὸς ἀνατολάς, Ιερουσαλημ, καὶ ἰδὲ τὴν εὐφροσύνην τὴν παρὰ τοῦ θεοῦ σοι ἐρχομένην. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 10