Livre de Baruch
2,26 καὶ ἔθηκας τὸν οἶκον, οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ αὐτῷ, ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα. – ( ) 2,27 καὶ ἐποίησας εἰς ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν, κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν, ( ) 2,28 καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραηλ λέγων ( ) 2,29 Ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου, ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν, οὗ διασπερῶ αὐτοὺς ἐκεῖ· ( ) 2,30 ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου, ὅτι λαὸς σκληροτράχηλός ἐστιν. καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν ( )

2,31 καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν. καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα,


( )
2,32 καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου ( ) 2,33 καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν, ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου. ( ) 2,34 καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ, καὶ κυριεύσουσιν αὐτῆς· καὶ πληθυνῶ αὐτούς, καὶ οὐ μὴ σμικρυνθῶσιν· ( ) 2,35 καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς. – ( ) 3,1 κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ, ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 10