Livre de Baruch
2,22 καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος, ( ) 2,23 ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων. ( ) 2,24 καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος, καὶ ἔστησας τοὺς λόγους σου, οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν, ( ) 2,25 καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ καὶ ἐν ῥομφαίᾳ καὶ ἐν ἀποστολῇ. ( ) 2,26 καὶ ἔθηκας τὸν οἶκον, οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ αὐτῷ, ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα. – ( )

2,27 καὶ ἐποίησας εἰς ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν, κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν,


( )
2,28 καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραηλ λέγων ( ) 2,29 Ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου, ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν, οὗ διασπερῶ αὐτοὺς ἐκεῖ· ( ) 2,30 ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου, ὅτι λαὸς σκληροτράχηλός ἐστιν. καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν ( ) 2,31 καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν. καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα, ( ) 2,32 καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 10