Livre de Baruch
2,2 οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ ( ) 2,3 τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ. ( ) 2,4 καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ, οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ. ( ) 2,5 καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ. – ( ) 2,6 τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη. ( )

2,7 ἃ ἐλάλησεν κύριος ἐφ ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ ἡμᾶς.


( )
2,8 καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. ( ) 2,9 καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε κύριος ἐφ ἡμᾶς, ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἃ ἐνετείλατο ἡμῖν. ( ) 2,10 καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου, οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν. – ( ) 2,11 καὶ νῦν, κύριε ὁ θεὸς Ισραηλ, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, ( ) 2,12 ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν, κύριε ὁ θεὸς ἡμῶν, ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 10