Livre de l'Exode
32,7 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Βάδιζε τὸ τάχος ἐντεῦθεν κατάβηθι· ἠνόμησεν γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· ( ) 32,8 παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν Οὗτοι οἱ θεοί σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. ( ) 32,10 καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα. ( ) 32,11 καὶ ἐδεήθη Μωυσῆς ἔναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν Ἵνα τί, κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ., ( ) 32,12 μήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες Μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς. παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου ( )

32,13 μνησθεὶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν σῶν οἰκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων Πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ πᾶσαν τὴν γῆν ταύτην, ἣν εἶπας δοῦναι τῷ σπέρματι αὐτῶν, καὶ καθέξουσιν αὐτὴν ε


( )
32,14 καὶ ἱλάσθη κύριος περὶ τῆς κακίας, ἧς εἶπεν ποιῆσαι τὸν λαὸν αὐτοῦ. ( ) 32,15 Καὶ ἀποστρέψας Μωυσῆς κατέβη ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ, πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῶν, ἔνθεν καὶ ἔνθεν ἦσαν γεγραμμέναι· ( ) 32,16 καὶ αἱ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ θεοῦ ἐστιν κεκολαμμένη ἐν ταῖς πλαξίν. ( ) 32,17 καὶ ἀκούσας Ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν Φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: