Livre des Lamentations
5,3 ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι. ( ) 5,4 ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν. ( ) 5,5 ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν. ( ) 5,6 Αἴγυπτος ἔδωκεν χεῖρα, Ασσουρ εἰς πλησμονὴν αὐτῶν. ( ) 5,7 οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν. ( )

5,8 δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.


( )
5,9 ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου. ( ) 5,10 τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ. ( ) 5,11 γυναῖκας ἐν Σιων ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ιουδα. ( ) 5,12 ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν. ( ) 5,13 ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8