Livre des Lamentations
4,21 Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ιδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς· καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον κυρίου, καὶ μεθυσθήσῃ καὶ ἀποχεεῖς. ( ) 4,22 Ἐξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σιων· οὐ προσθήσει ἔτι ἀποικί σαι σε. ἐπεσκέψατο ἀνομίας σου, θύγατερ Εδωμ· ἀπεκάλυψεν ἐπὶ τὰ ἀσε βήματά σου. ( ) 5,1 Μνήσθητι, κύριε, ὅ τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν. ( ) 5,2 κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις. ( ) 5,3 ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι. ( )

5,4 ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν.


( )
5,5 ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν. ( ) 5,6 Αἴγυπτος ἔδωκεν χεῖρα, Ασσουρ εἰς πλησμονὴν αὐτῶν. ( ) 5,7 οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν. ( ) 5,8 δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν. ( ) 5,9 ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομφαίας τῆς ἐρήμου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8