Livre des Lamentations
3,58 Ἐδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου· ( ) 3,59 εἶδες, κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου· ( ) 3,60 εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί. ( ) 3,61 Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ ἐμοῦ, ( ) 3,62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ ἐμοῦ ὅλην τὴν ἡμέραν, ( )

3,63 καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλ μοὺς αὐτῶν.


( )
3,64 Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, ( ) 3,65 ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχθον σου αὐτοῖς, ( ) 3,66 καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρα νοῦ, κύριε. ( Ez 20,8 , ) 4,1 Πῶς ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν., ἐξεχύθησαν λίθοι ἅγιοι ἐπ ἀρχῆς πασῶν ἐξόδων. ( ) 4,2 Υἱοὶ Σιων οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν κεραμέως., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8