Livre des Lamentations
3,52 Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν, ( ) 3,53 ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ ἐμοί, ( ) 3,54 ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου· εἶπα Ἀπῶσμαι. ( ) 3,55 Ἐπεκαλεσάμην τὸ ὄνομά σου, κύριε, ἐκ λάκκου κατωτάτου· ( ) 3,56 φωνήν μου ἤκουσας Μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου. ( )

3,57 εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην· εἶπάς μοι Μὴ φοβοῦ.


( )
3,58 Ἐδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου· ( ) 3,59 εἶδες, κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου· ( ) 3,60 εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί. ( ) 3,61 Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ ἐμοῦ, ( ) 3,62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ ἐμοῦ ὅλην τὴν ἡμέραν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8