Livre de l'Exode
31,16 καὶ φυλάξουσιν οἱ υἱοὶ Ισραηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθήκη αἰώνιος. ( ) 31,17 ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ισραηλ σημεῖόν ἐστιν αἰώνιον, ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσεν. ( ) 31,18 Καὶ ἔδωκεν Μωυσεῖ, ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινα, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ. ( Ex 24,18 , ) 32,1 Καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτῷ Ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ. ( ) 32,2 καὶ λέγει αὐτοῖς Ααρων Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με. ( )

32,3 καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ ἤνεγκαν πρὸς Ααρων.


102 BST - Olivier sur verset 2000-08-03: Ex 32, 3 « arrachèrent » : Aaron essaye de récupérer l’affaire. au verset 6, on cite des orgies. C’est la décadence. Les gens aiment le culte. Aaron est prêt à se vendre à n’importe qui. Il se pose en intercesseur innocent pour un peuple pêcheur. Il argumente. « ton peuple ». La colère est liée à la dénonciation du péché. Pour le pardon, la reconnaissance du péché est indispensable.

( )
32,4 καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν Οὗτοι οἱ θεοί σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. ( ) 32,5 καὶ ἰδὼν Ααρων ᾠκοδόμησεν θυσιαστήριον κατέναντι αὐτοῦ, καὶ ἐκήρυξεν Ααρων λέγων Ἑορτὴ τοῦ κυρίου αὔριον. ( ) 32,6 καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν θυσίαν σωτηρίου, καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. ( ) 32,7 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Βάδιζε τὸ τάχος ἐντεῦθεν κατάβηθι· ἠνόμησεν γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· ( ) 32,8 παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν Οὗτοι οἱ θεοί σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. ( )
1 IMAGE
Responsive image


trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: