Livre des Lamentations
3,10 Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις· ( ) 3,11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠφανισμένην· ( ) 3,12 ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος. ( ) 3,13 Εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ· ( ) 3,14 ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν· ( )

3,15 ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς.


( )
3,16 Καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν· ( ) 3,17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαθόμην ἀγαθὰ ( ) 3,18 καὶ εἶπα Ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου. ( ) 3,19 Ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου· ( ) 3,20 μνησθήσεται καὶ καταδολεσχήσει ἐπ ἐμὲ ἡ ψυχή μου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8