Livre des Lamentations
3,7 Ἀνῳκοδόμησεν κατ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου· ( ) 3,8 καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου· ( ) 3,9 ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν. ( ) 3,10 Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις· ( ) 3,11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠφανισμένην· ( )

3,12 ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος.


( )
3,13 Εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ· ( ) 3,14 ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν· ( ) 3,15 ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς. ( ) 3,16 Καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν· ( ) 3,17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαθόμην ἀγαθὰ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8