Livre des Lamentations
3,1 Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ ἐμέ· ( ) 3,2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς, ( ) 3,3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν. ( ) 3,4 Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν· ( ) 3,5 ἀνῳκοδόμησεν κατ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν, ( )

3,6 ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος.


( )
3,7 Ἀνῳκοδόμησεν κατ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου· ( ) 3,8 καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου· ( ) 3,9 ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν. ( ) 3,10 Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις· ( ) 3,11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με ἠφανισμένην· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8