Livre des Lamentations
2,22 Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ κατα λελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας. ( ) 3,1 Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ ἐμέ· ( ) 3,2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς, ( ) 3,3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν. ( ) 3,4 Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν· ( )

3,5 ἀνῳκοδόμησεν κατ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν,


( )
3,6 ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος. ( ) 3,7 Ἀνῳκοδόμησεν κατ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου· ( ) 3,8 καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου· ( ) 3,9 ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν. ( ) 3,10 Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8