Livre des Lamentations
2,21 Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγεί ρευσας, οὐκ ἐφείσω. ( ) 2,22 Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ κατα λελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας. ( ) 3,1 Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ ἐμέ· ( ) 3,2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς, ( ) 3,3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν. ( )

3,4 Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν·


( )
3,5 ἀνῳκοδόμησεν κατ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν, ( ) 3,6 ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος. ( ) 3,7 Ἀνῳκοδόμησεν κατ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου· ( ) 3,8 καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου· ( ) 3,9 ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξεν τρίβους μου, ἐτάραξεν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 8