Livre de Jérémie
51,28 ἁγιάσατε ἐπ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ. ( ) 51,29 ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν. ( ) 51,30 ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες, ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς· ( ) 51,31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ, ( ) 51,32 ἀπ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν, καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται. ( )

51,33 διότι τάδε λέγει κύριος Οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται· ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς.


( )
51,34 κατέφαγέν με, ἐμερίσατό με, κατέλαβέν με σκεῦος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος· κατέπιέν με ὡς δράκων, ἔπλησεν τὴν κοιλίαν αὐτοῦ, ἀπὸ τῆς τρυφῆς μου ἐξῶσέν με· ( ) 51,35 οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιων, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ιερουσαλημ. ( ) 51,36 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς, ( ) 51,37 καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται. ( ) 51,38 ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: