Livre de Jérémie
51,12 ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα ( ) 51,13 κατασκηνοῦντας ἐφ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου. ( ) 51,14 ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ Διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες. ( ) 51,15 ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν, ( ) 51,16 εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ. ( )

51,17 ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς·


( )
51,18 μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται. ( ) 51,19 οὐ τοιαύτη μερὶς τῷ Ιακωβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ, κύριος ὄνομα αὐτῷ. ( ) 51,20 διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς ( ) 51,21 καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν ( ) 51,22 καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: