Livre de Jérémie
50,39 διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα. ( ) 50,40 καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν κύριος, οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. ( ) 50,41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ ἐσχάτου τῆς γῆς ( ) 50,42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ· φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφ ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Βαβυλῶνος. ( ) 50,43 ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης. ( )

50,44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ., καὶ τίς ἀντιστήσεταί μοι., καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου.,


( )
50,45 διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ αὐτῶν. ( ) 50,46 ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται. ( ) 51,1 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα. ( ) 51,2 καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς. ( ) 51,3 ἐπ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ, καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: