Livre de Jérémie
50,19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τῷ Γαλααδ, καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ. ( ) 50,20 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ιουδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει κύριος. ( ) 50,21 Πικρῶς ἐπίβηθι ἐπ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀφάνισον, λέγει κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι. ( ) 50,22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. ( ) 50,23 πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς., πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν., ( )

50,24 ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήμφθης, ὅτι τῷ κυρίῳ ἀντέστης.


( )
50,25 ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων, ( ) 50,26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα· ( ) 50,27 ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. ( ) 50,28 φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεοῦ ἡμῶν. ( ) 50,29 παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλετε ἐπ αὐτὴν κυκλόθεν, μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ, ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον τοῦ Ισραηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: