Livre de Jérémie
49,33 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. ( ) 49,34 Ἃ ἐπροφήτευσεν Ιερεμιας ἐπὶ τὰ ἔθνη τὰ Αιλαμ. ἐν ἀρχῇ βασιλεύοντος Σεδεκιου τοῦ βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αιλαμ. ( ) 49,35 Τάδε λέγει κύριος Συντριβήτω τὸ τόξον Αιλαμ, ἀρχὴ δυναστείας αὐτῶν. ( ) 49,36 καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος, ὃ οὐχ ἥξει ἐκεῖ οἱ ἐξωσμένοι Αιλαμ. ( ) 49,37 καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ αὐτοὺς κακὰ κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς. ( )

49,38 καὶ θήσω τὸν θρόνον μου ἐν Αιλαμ καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας.


( )
49,39 καὶ ἔσται ἐπ ἐσχάτου τῶν ἡμερῶν ἀποστρέψω τὴν αἰχμαλωσίαν Αιλαμ, λέγει κύριος. ( ) 50,1 Λόγος κυρίου, ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα. ( ) 50,2 Ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε Ἑάλωκεν Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ. ( ) 50,3 ὅτι ἀνέβη ἐπ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους. ( ) 50,4 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: