Livre de Jérémie
49,23 Τῇ Δαμασκῷ. Κατῃσχύνθη Ημαθ καὶ Αρφαδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται. ( ) 49,24 ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, τρόμος ἐπελάβετο αὐτῆς. ( ) 49,25 πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν., κώμην ἠγάπησαν. ( ) 49,26 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶν κύριος· ( ) 49,27 καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Αδερ. ( )

49,28 Τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξεν Ναβου χοδονοσορ βασιλεὺς Βαβυλῶνος. Οὕτως εἶπεν κύριος Ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ·


20335 Bible des Peuples sur titre chapitre 2023-11-11: Contre les tribus arabes

( )
49,29 σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ αὐτοὺς ἀπώλειαν κυκλόθεν. ( ) 49,30 φεύγετε λίαν, βαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ ὑμᾶς λογισμόν. ( ) 49,31 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν, οἷς οὔκ εἰσιν θύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσιν. ( ) 49,32 καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπεν κύριος. ( ) 49,33 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: