Livre de Jérémie
49,21 ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη ἡ γῆ, καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη. ( ) 49,22 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης. ( ) 49,23 Τῇ Δαμασκῷ. Κατῃσχύνθη Ημαθ καὶ Αρφαδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται. ( ) 49,24 ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, τρόμος ἐπελάβετο αὐτῆς. ( ) 49,25 πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν., κώμην ἠγάπησαν. ( )

49,26 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶν κύριος·


( )
49,27 καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Αδερ. ( ) 49,28 Τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξεν Ναβου χοδονοσορ βασιλεὺς Βαβυλῶνος. Οὕτως εἶπεν κύριος Ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ· ( ) 49,29 σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ αὐτοὺς ἀπώλειαν κυκλόθεν. ( ) 49,30 φεύγετε λίαν, βαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ ὑμᾶς λογισμόν. ( ) 49,31 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν, οἷς οὔκ εἰσιν θύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: