Livre de Jérémie
49,18 ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν κύριος παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. ( ) 49,19 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ., καὶ τίς ἀντιστήσεταί μοι., καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου., ( ) 49,20 διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν Ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπ αὐτὴν κατάλυσις αὐτῶν· ( ) 49,21 ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη ἡ γῆ, καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη. ( ) 49,22 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης. ( )

49,23 Τῇ Δαμασκῷ. Κατῃσχύνθη Ημαθ καὶ Αρφαδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται.


20334 Bible des Peuples sur titre chapitre 2023-11-11: Contre les villes de Syrie

( )
49,24 ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, τρόμος ἐπελάβετο αὐτῆς. ( ) 49,25 πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν., κώμην ἠγάπησαν. ( ) 49,26 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶν κύριος· ( ) 49,27 καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Αδερ. ( ) 49,28 Τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξεν Ναβου χοδονοσορ βασιλεὺς Βαβυλῶνος. Οὕτως εἶπεν κύριος Ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: