Livre de Jérémie
49,9 ὅτι τρυγηταὶ ἦλθόν σοι, οὐ καταλείψουσίν σοι καταλείμματα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν. ( ) 49,10 ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ, καὶ οὐκ ἔστιν ( ) 49,11 ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπ ἐμὲ πεποίθασιν. ( ) 49,12 ὅτι τάδε εἶπεν κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς, ὅτι πίνων πίεσαι· ( Ab 1,16 , ) 49,13 ὅτι κατ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα. ( )

49,14 ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον.


( )
49,15 μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις. ( ) 49,16 ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε. ( ) 49,17 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ αὐτὴν συριεῖ. ( ) 49,18 ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν κύριος παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. ( ) 49,19 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ., καὶ τίς ἀντιστήσεταί μοι., καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: