Livre de Jérémie
49,7 Τῇ Ιδουμαίᾳ. Τάδε λέγει κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοφία αὐτῶν, ( ) 49,8 ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν, οἱ κατοικοῦντες ἐν Δαιδαν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ αὐτόν. ( ) 49,9 ὅτι τρυγηταὶ ἦλθόν σοι, οὐ καταλείψουσίν σοι καταλείμματα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν. ( ) 49,10 ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ, καὶ οὐκ ἔστιν ( ) 49,11 ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπ ἐμὲ πεποίθασιν. ( )

49,12 ὅτι τάδε εἶπεν κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς, ὅτι πίνων πίεσαι·


( Ab 1,16 , )
49,13 ὅτι κατ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα. ( ) 49,14 ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον. ( ) 49,15 μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις. ( ) 49,16 ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε. ( ) 49,17 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ αὐτὴν συριεῖ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: